top of page

ἡμέρα ῥωμαϊκή τε καὶ ἑλληνίς· ὅτι οἱ ἀρχαῖοι περὶ τῶν ἀρχαίων ἐφρόνουν·

εὐδαίμονες μὲν τοῦτον τὸν καιρὸν ἐπαγγέλλομεν, τὴν ἐν τῇ Ὀξωνίᾳ Ἑταιρείαν Ἀρχαιόγλωττον βοηθείαις χρωμένην τῆς περὶ τοῦ Ῥωμαϊσμοῦ Κοινωνίας (Oxford Latinitas δὲ κοινῇ λεγομένης) ἡμέραν ἄγειν ῥωμαϊκήν τε καὶ ἑλληνίδα νουμηνίᾳ Θαργηλιῶνος ἐν τῷ Νεὼς λεγομένης ὁδοῦ φροντιστηρίῳ (κοινῇ δὲ Ship Street Centre, τὸ παρὰ τῷ Ἰησοῦ λεγομένῳ Συλλόγῳ)· παρ’ ἣν δὴ σύνοδον ἂν ποθεινοί γε φοιτῷτε, τῶν ἀγαθῶν ἅμ’ ἡμῖν ἀσμένοις ἀπολαυσόμενοί τε καὶ τὴν γλῶτταν ἀσκήσοντες· γνώμην τοίνυν ποιούμεθα τοὺς λόγους ἐπισκέψασθαι τοὺς ὑπ’ ἀρχαίων περὶ τῶν ἔτι παλαίτερον συγγεγραμμένους, ὅλως δὲ δὴ τά τε πρόσωπα καὶ πράγματ’ ἀρχαῖα ἐξετάσαι τὰ αὐτῶν τῶν ἀρχαίων φρονοῦντες·

merged image.jpeg

ἡ ἡμέρα ὥρᾳ πρώτῃ μετὰ μεσημβρίαν ἄρξεται καὶ ἡ ἀκρόασις ποιήσεται ὥρᾳ τρίτῃ μετὰ μεσημβρίαν.

 

τῆς μὴν ἡμέρας ἀκμὴν παρέχουσα ἡ Διδάσκαλος Eleanor Dickey λόγον ποιήσεται περὶ τῶν Ἑρμηνευμάτων ψευδωνύμου Δωσιθέου λεγομένων· ἐπιτελεσθέντος δὲ τοῦ λόγου τοῖς παλαιοῖς ὑπομνήμασι χρωμένη πρεσβυτάτην τοῦ γραμματοδιδασκαλείου μέθοδον ἔργῳ τοῖς ἀκροαταῖς δείξει· οὕτως δὲ μεγαλοπρεπῶς κολοφῶνά πως ἐπιθήσει ταῖς ἑξῆς γενομέναις σχολαῖς ἃς τῆτες αὐτή θ’ ἡ Eleanor καὶ ἡ Philomen Probert τῇ Ἑταιρείᾳ ἡγήσαντο· Ῥωμαϊστὶ μὲν γιγνομένου τοῦ διδάγματος, ἀσμένην μέντοι τὴν διδάσκαλον ὅτι ἐρέσθαι ἤτοι γνώμην ἀποφῆναι δυνήσεσθε καὶ Ἀγγλιστί·

τὸ μὲν οὖν λοιπὸν τῆς συνόδου τὰς διαλόγου εἰσαγωγάς τε καὶ διατριβὰς διατάξομεν, τὰς μὲν τοῖς οὔπω ῥωμαΐσασί ποτ’ οὐδ’ ἑλληνίσασι, τὰς δ’ ἤδη ποτερᾶς φωνῆς ἐμπειροτέροις, περὶ δὲ τὰ καλὰ γράμμαθ’ ἅμα διατρίψομεν ὅσα πρὸς τὸν ὑποτεθέντα σκόπον συντείνει· πάσῃ δὴ τῇ ἀμφοτέρας γλώττης ἐμπειρίᾳ ὑπολογίσεσθαι κατεπαγγελλόμεθα· τὸ τελευταῖον δὲ τοῖς τρωγαλίοις σχολάσομεν καὶ ἀλλήλων ὁμιλίᾳ ἀναψύχοντες· οὐδ’ ἀμούσως τοῦτό γε· τοῖς γὰρ μέλεσι Ῥωμαϊκοῖς τε καὶ Ἕλλησιν εὐφρανθησόμεθα ᾠδικοῦ ἡμῖν γενομένου τοῦ φροντιστηρίου, ἐφ’ ὅ γε καὶ ὑμᾶς ἥκειν παρακαλοῦμεν·

bottom of page